Σάββατο, 26 Νοεμβρίου 2022

Του καλού ποιμένος

Κοινοποίηση
Συντάκτης   Ιουλ 25, 2022

Ψυχῶν τε καί σωμάτων
τόν ἐλευθερωτήν
ἱκετεύομέν  Σε, Κύριε,
τόν μόνον Λυτρωτήν.
 
Κἀγώ νῦν γόνυ κλίνω Σοι
ἐμοῦ, τοῦ τρισαθλίου
ταχέως ἐξαρπάσαι με
ἀπό τοῦ πολεμίου.
 
Σύ  μόνος, ὁ καλός ποιμήν
ἐν ποίμνῃ τῇ ἁγίᾳ
συναρίθμησόν με, ὁ εὐλογῶν
αὐτήν, ἐν εὐσπλαχνίᾳ.
 
Ἐν ὑψηλοῖς, Σύ κατοικῶν
ἰσχύι τε καί δόξῃ
καί ἐφορῶν, ἐν οἰκτιρμοῖς
ἐλέει καί ταπεινώσει,
 
τά πρόβατα, ὅτε καλεῖς
γινώσκει Σε καί χαίρει
καί  κατά μόνας καί ἐν χορῷ
ὕμνον Σοι προσφέρει.
 
Τά πάντα ἐπιστάμενος
δρᾶς καί προλαμβάνεις
καί σῴζεις ὑμετέρους
κινδύνου καί ἀνάγκης,
 
τήν ἐξουσίαν Σου ὁ ἐχθρός
ἐπί τό πλεῖστον τρέμει
κι ὡς λέων ὠρυόμενος
μακράν τῆς ποίμνης φεύγει.
 
Σύ, ὡς ὁ καλός ποιμήν
τελῶν ἐν ἀγρυπνίᾳ
καί διά τά ἀπολωλότα Σου
κρατῶν μακροθυμίαν,
 
τό ἀπολωλός σου ἀναζητῶν
 ὅλον με, ἄν ἴδῃς
πταισμάτων μου κατάστικτον,
Ἰησοῦ, μή μέ παρίδῃς.
 
Ὄντα ἐμέ τόν δυστυχῆ
χαμαί ἐπί τοῦ δρόμου
ἔγειρόν με, Κύριε,
καί παῦσόν μου τόν φόβον.
 
Δέξαι με τόν ἄθλιον
μετά πολλῆς στοργῆς
μετά μεγαλοσύνης
καί ἀγάπης πατρικῆς,
 
καί ἐπί τῶν θείων ὤμων σου
ταῖς θείαις σου χερσί
ὡς ἄρνα κράτησόν με
καί τρόπαιον ὡσεί.
 
 
Γευθείς σου ὁ ἀνάξιος
τήν ἄκραν εὐσπλαχνίαν
 ὡς ἔχει ἡ γλυκύτης σου
ἡ ἄμετρος καί θεία,
 
ἀγαλλιασθήσομαι ἐν σοί
Σωτήρ μου, ὅτι Σε ηὗρον
καί εὐφρανθήσομαι ἐπί Σοί
ὡς ἀδελφόν καί φίλον.
 
Εἶτα λογιζόμενος
ὅτι  οὐκ ἀπωλέσθην
ὁμολογήσω Σοι, Χριστέ
νυνί, ὅτι ἀνέστην.
  
Περιχαρής καί ἀσφαλής
θαρρῶν ἐν συνεχείᾳ
ἀπό καρδίας καί ψυχῆς
ἐρῶ Σοι ἐν μετανοίᾳː
 
Ἐν μάνδρᾳ Σου τῇ κραταιᾷ
κἀμέ, τοῦ λύκου, πόρρω
τῷ ὀνόματί Σου ζῆσον με
καί θείῳ Σου τῷ λόγῳ·
 

κἀγώ σῳζόμενος ὑμνῶ
τήν Σήν φιλανθρωπίαν
ἐξαίρων καί δοξάζων Σου
τήν παντοδυναμίαν.   
 

Κοινοποίηση
Μαρία Καλαμπούκα Κοτζαμπαση

Συνταξιούχος εκπαιδευτικός πρωτοβάθμιας εκπαίδευσης , ποιήτρια.

Email Αυτή η διεύθυνση ηλεκτρονικού ταχυδρομείου προστατεύεται από τους αυτοματισμούς αποστολέων ανεπιθύμητων μηνυμάτων. Χρειάζεται να ενεργοποιήσετε τη JavaScript για να μπορέσετε να τη δείτε.
  1. Δημοφιλή
  2. Προτεινόμενα

Ημερολόγιο

« November 2022 »
Mon Tue Wed Thu Fri Sat Sun
  1 2 3 4 5 6
7 8 9 10 11 12 13
14 15 16 17 18 19 20
21 22 23 24 25 26 27
28 29 30