Πέμπτη, 25 Απριλίου 2024

Τίνι ὁμοιάζομεν;

Κοινοποίηση
Συντάκτης   Φεβ 21, 2023

Εἰς χώραν εὑρισκόμενος

 

μακράν καί τῆς οἰκίας

καταναλώσας ὁ υἱός

τό μέρος τῆς οὐσίας

-τοῦ ἀδελφοῦ ὁ νεώτερος-

ἀσώτως διαγαγών

λιμοῦ τε γενομένου

καί ὁ ἴδιος παθών

χοιροβοσκός καί γεγονώς

θρηνεῖ ἐν τῇ καρδίᾳ

καί ἐνθυμεῖται λογισθείς

ἐν πλήρῃ μετανοίᾳ

τά τῆς οἰκίας ἀγαθά

πλησίον τοῦ πατρός

καί μεταβάλλει ἑαυτόν

εἰς τούτων νοσταλγόν.

 

« Εἰς πάθη ἐδαπάνησα

τόν χρόνον τῆς ζωῆς»,

μονολογεῖ ἐν τύψεσιν

καί δή ἀπό ψυχῆς.

« Οὐκέτι εἰμί ἄξιος

κληθῆναι αὐτοῦ υἱός

μηδέ καί τῶν μισθίων του

ἐγώ ὁ ποταπός·

ὁ δέ πατήρ  ἀκούων μου

εἰ θέλει με ὀπίσω

ὡς δόκιμος ἐργάτης του

αὐτόν ὑπηρετήσω»,

 

Τόν τρόπον ἐπινόησεν

ἐκείνην τήν στιγμήν

καί ἐπορεύθη ἀναστάς

τό “ἥμαρτον „ εἰπεῖν.

 

Ὁ τάλας καταφθάσας

ἀθλίᾳ τῇ μορφῇ

θεᾶται καί ὅλως μένει

ἐν ἤθει  συστολῆς,

 

Δραμών ἐκ τῆς οἰκίας

ὁ ἀγαθός πατήρ

αὐτόν ἐναγκαλίζεται

καί περιπίπτει εὐθύς

φιλῆσαι αὐτοῦ τόν τράχηλον

καί λόγον, οὐ ζητεῖ

χαίρων τελείως τοῦ υἱοῦ

τήν ὅλην ἐπιστροφήν.

 

«Νεκρός γάρ ὁ ἐμός υἱός

τῇ σήμερον ἀνέστη

ἀπολωλώς δ’ ἐπί μακρόν

καί ὡς ἦν οὗτος, εὑρέθη»,

λέγει πρός ὅλους ὁ πατήρ

ἀπείρῳ τῇ στοργῇ

κελεύων καί τά ἄριστα

ἡδίστῃ τῇ φωνῇ.

 

Ὤ! εὐσπλαχνία τοῦ πατρός

ἁβρότητος ἁγίας

Ὤ! Τῆς ἀγάπης τό ἄμετρον

τῆς πατρικῆς οἰκίας….

 

Τάς ἐντολάς αὖθις τελοῦν

ὑπηρετῶν τό πλῆθος

κομίζοντες λαμπράν στολήν

καί ὑποδημάτων εἶδος.

 

Φοροῦν αὐτῷ δακτύλιον

ἅμα τῇ ἑνώσει

καί θύουν μόσχον σιτευτόν

ἵνα εὐφρανθῶσιν.

 

Υἱός δέ ὁ πρεσβύτερος

ἐλθών ἐκ τοῦ ἀγροῦ,

ἐγγίζων τῇ οἰκίᾳ

ὠργίσθη τοῦ θυμοῦ.

 

Τόν ἀδελφόν φθονήσας

βαλλόμενος κακίας

ἐξαπολύει ρήματα

πολλῆς διαμαρτυρίας.

 

Ἐσκοτισμένος τῷ νοΐ

ψυχῆς ρερρυπωμένης

καί ὡς ἦν οὗτος τά μέγιστα

μεγαλοσύνης πένης,

οὐκ ἠβουλήθη εἰς τήν χαράν

τοῦ ἀδελφοῦ μετέχειν

καί ἀποκαλύπτων ἑαυτόν

ἠθέλησεν ἀπέχειν.

 

Οὕτως ἐχωρίσθη τοῦ πατρός

καί ἀγαθῶν τά μάλα

φρονῶν εἶναι τό δίκαιον

μεθ’ ἑαυτοῦ, εἰς πάντα.

 

Τήν σωτηρίαν ηὗρεν

ὁ ἄσωτος υἱός

διά τῆς μετανοίας

ὡς ἔπραξεν ὀρθῶς.

 

Νῦν τίνι ὁμοιάζομεν;

καί τίνος τήν πορείαν

ἐν τῷ κρυπτῷ ζεῖ ὁ καθείς

ὡς ἄλλην ἱστορίαν;

 

Αἰτοῦντες καί ἱκετεύοντες

Θεοῦ τήν εὐσπλαχνίαν

ποθήσωμεν κι ἄς ζήσωμεν

μετάνοιαν ἀξίαν.

 

Καί οὕτως ἐνδυόμενοι

καί ὅλως καθαρμένοι

τόν Ἕναν τῆς τριάδος

Θεάνθρωπον Χριστόν

καρδίᾳ εὐχαρίστῳ

ψυχῆς τε καί σαρκός

φάγωμεν καί πίωμεν

ὡς μόσχον σιτευτόν.

Κοινοποίηση
Μαρία Καλαμπούκα Κοτζαμπαση

Συνταξιούχος εκπαιδευτικός πρωτοβάθμιας εκπαίδευσης , ποιήτρια.

Email Αυτή η διεύθυνση ηλεκτρονικού ταχυδρομείου προστατεύεται από τους αυτοματισμούς αποστολέων ανεπιθύμητων μηνυμάτων. Χρειάζεται να ενεργοποιήσετε τη JavaScript για να μπορέσετε να τη δείτε.
  1. Δημοφιλή
  2. Προτεινόμενα

Ημερολόγιο

« April 2024 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30